Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.69 | Joseph. BJ 3.75 (English) | >>Joseph. BJ 3.83 |
3.72οὐ γὰρ αὐτοῖς ἀρχὴ τῶν ὅπλων πόλεμος , οὐδʼ ἐπὶ μόνας τὰς χρείας τὼ χεῖρε κινοῦσιν ἐν εἰρήνῃ προηργηκότες , ἀλλʼ ὥσπερ συμπεφυκότες τοῖς ὅπλοις οὐδέποτε τῆς ἀσκήσεως λαμβάνουσιν ἐκεχειρίαν οὐδὲ ἀναμένουσιν τοὺς καιρούς .
3.73αἱ μελέται δʼ αὐτοῖς οὐδὲν τῆς κατὰ ἀλήθειαν εὐτονίας ἀποδέουσιν , ἀλλʼ ἕκαστος
-- -- διὸ κουφότατα τὰς μάχας διαφέρουσιν · οὔτε γὰρ ἀταξία διασκίδνησιν αὐτοὺς ἀπὸ τῆς ἐν ἔθει συντάξεως οὔτε δέος ἐξίστησιν οὔτε δαπανᾷ πόνος , ἕπεται δὲ τὸ κρατεῖν ἀεὶ κατὰ τῶν οὐχ ὁμοίων βέβαιον .
3.75καὶ οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τὰς μὲν μελέτας αὐτῶν χωρὶς αἵματος παρατάξεις , τὰς παρατάξεις δὲ μεθʼ αἵματος μελέτας .
3.76οὐδὲ γὰρ ἐξ ἐπιδρομῆς εὐάλωτοι πολεμίοις · ὅπῃ δʼ ἂν ἐμβάλωσιν εἰς ἐχθρῶν γῆν , οὐ πρὶν ἅπτονται μάχης ἢ τειχίσαι στρατόπεδον .
3.77τὸ δὲ οὐκ εἰκαῖον οὐδὲ ἀνώμαλον ἐγείρουσιν οὐδὲ πάντες ἢ ἀτάκτως διαλαβόντες , ἀλλʼ εἰ μὲν ἀνώμαλος ὢν τύχοι χῶρος , ἐξομαλίζεται · διαμετρεῖται δὲ παρεμβολὴ τετράγωνος αὐτοῖς .
3.78καὶ τεκτόνων πλῆθος ἕπεται τῶν τε πρὸς τὴν δόμησιν ἐργαλείων .
3.79
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.69 | Joseph. BJ 3.75 (English) | >>Joseph. BJ 3.83 |